Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 3

 
χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν 400
 
λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου.
 
θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
 
ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
 
μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
 
τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν, 405
 
αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
 
νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
 
μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ·
 
κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
 
πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι 410
 
χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,
 
χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
 
οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
 
οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
 
καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς 415
 
πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
 
τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
 
οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
 
κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
 
οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη 420
 
Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
 
Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
 
εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
 
ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
 
οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων, 425
 
ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
 
Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
 
πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
 
βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
 
ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο. 430
 
τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,
 
ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
 
ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
 
ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
 
ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων, 435
 
κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
 
ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
 
τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
 
οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme