Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
 
ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
 
νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον· ὡς ὄφελόν μοι
 
ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·
 
νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς 325
 
θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·
 
τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
 
εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
 
οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·
 
νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ, 330
 
ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
 
θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει
 
οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες
 
οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
 
ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν, 335
 
οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι
 
πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
 
 
ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα
 
κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν
 
γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν· 340
 
γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
 
ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
 
Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι
 
δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.
 
Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης 345
 
καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
 
ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ
 
Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
 
βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
 
θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι 350
 
ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
 
σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·
 
ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου
 
Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·
 
πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον 355
 
Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δʼ ἐφορύνετο γαῖα
 
ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων
 
αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν
 
στείνετο Τρώιον οὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme