Book 2
οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις,
καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ·
τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν
κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς
πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε
245
τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον
αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο
Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος
καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι
ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή·
250
ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ
Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκʼ ἄρʼ αὐτοῦ
ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια·
σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη
βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον
255
μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή·
τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα
τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος
ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.
τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη
260
πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος
Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος·
οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν,
ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος·
τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν
265
ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος·
κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα·
ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα
σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο
νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ
270
ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν.
εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖο
υἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης,
ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη.
ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη
275
πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.
ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς
πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι
Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος
εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι
280