Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
 
ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
 
εἶργον, ὃ καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
 
καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
 
μυρία· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός, 125
 
καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·
 
ὦ Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
 
σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις·
 
ὥς μοι ἔτι κρήνειαν, ἵνʼ Ἀργείους ἐσίδωμαι
 
ὀλλυμένους ἅμα πάντας ὑπʼ ἐγχείῃσι τεῇσι· 130
 
καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
 
ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων·
 
τῷ σʼ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
 
νῦν δʼ ἄγε τέρπεο θυμὸν ἐπʼ εἰλαπίνῃσιν ἐμῇσι
 
σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν. 135
 
ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
 
Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
 
χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
 
Ἥφαιστος κλυτὸν ἔργον, ὅτʼ ἤγετο Κυπρογένειαν,
 
Ζηνὶ μεγασθενέϊ· ὁ δʼ ἄρʼ ὤπασεν υἱέϊ δῶρον 140
 
Δαρδάνῳ ἀντιθέῳ· ὁ δʼ Ἐριχθονίῳ πόρε παιδί·
 
Τρωὶ δʼ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὅ γʼ Ἰλῷ
 
κάλλιπε σὺν κτεάτεσσιν· ὁ δʼ ὤπασε Λαομέδοντι·
 
αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
 
υἱέϊ δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν. 145
 
κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
 
ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
 
οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
 
οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευέμεν,
 
δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι· 150
 
εἴτε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
 
γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.
 
νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδʼ ἀνὰ νύκτα
 
πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
 
οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή. 155
 
ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
 
αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·
 
αὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν
 
οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
 
σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως. 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme