Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
ἦ μέγα νεικείων· ὁ δὲ χωόμενος φάτο μῦθον
 
Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετʼ ἀῧσαι
 
κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδʼ ἀεσίφρων,
 
ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
 
πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ· 85
 
τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
 
ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
 
σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
 
δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
 
σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι· 90
 
ἀλλʼ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
 
ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.
 
ὣς ἄρʼ ἔφη. ὁ δʼ ἄρʼ οὔτι προσέννεπε Πουλυδάμαντα·
 
μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
 
ἠδʼ ὁπόσας ἔτʼ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ 95
 
μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
 
ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
 
ὑψόθεν ἐσκοπίαζον ἀπʼ ἄστεος αἰπεινοῖο
 
δέγμενοι Ἀργείους ἠδʼ Αἰακίδην Ἀχιλῆα.
 
τοῖσι δʼ ἄρʼ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων, 100
 
Μέμνων κυανέοισι μετʼ Αἰθιόπεσσιν ἀνάσσων,
 
ὃς κίε λαὸν ἄγων ἀπερείσιον· ἀμφὶ δὲ Τρῶες
 
γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
 
χείματος ἐξ ὀλοοῖο διʼ αἰθέρος ἀθρήσωσιν
 
ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην· 105
 
ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δʼ ἄλλων
 
Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
 
δῃώσειν πυρὶ νῆας ὑπʼ ἀνδράσιν Αἰθιόπεσσιν,
 
οὕνεκʼ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
 
πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες· 110
 
τῷ ῥʼ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
 
δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ·
 
ἀλλήλοις δʼ ὀάριζον ἐπʼ εἰλαπίνῃ καὶ ἐδωδῇ,
 
ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσʼ ἄλγἐ ἀνέτλη
 
ἐξενέπων, ὁ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς 115
 
ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
 
Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
 
ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
 
ἠελίου, καὶ πᾶσαν ἀπʼ ὠκεανοῖο κέλευθον
 
μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης, 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme