Book 2
ἦ ῥʼ ὁ γέρων· ἀλλʼ οὔτι σαόφρονι Πουλυδάμαντι
ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δʼ ἔκφατο μῦθον·
εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλʼ ἄρα θυμῷ
45
δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτʼ Ἀχαιῶν.
ἀλλʼ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
50
ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδʼ ἔτι πάτρῃ
μίμνοντες κτεινώμεθʼ ὑπʼ Ἀργείων ὀρυμαγδοῦ,
ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματʼ ἐκείνης,
ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
55
διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
ἡμετέρην, οὐδʼ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
νῦν δʼ ἄγʼ ἐμοὶ πείθεσθε περὶ φρεσίν· οὐ γὰρ ὁΐω
ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι·
60
εἴθʼ ὄφελον καὶ πρόσθεν ἐμῆς ἐπάκουσεν ἐφετμῆς
Ἕκτωρ, ὁππότε μιν κατερήτυον ἔνδοθι πάτρης.
ὣς φάτο Πουλυδάμαντος ἐῢ σθένος· ἀμφὶ δὲ Τρῶες
ᾔνεον εἰσαΐοντες ἐνὶ φρεσίν, οὐδʼ ἀναφανδὸν
μῦθον ἔφαν· πάντες γὰρ ἑὸν τρομέοντες ἄνακτα
65
ἅζοντʼ ἠδʼ Ἑλένην, κείνης ἕνεκʼ ὀλλύμενοί περ.
τὸν δὲ καὶ ἐσθλὸν ἐόντα Πάρις μέγα νείκεσεν ἄντην·
Πουλυδάμα, σὺ μὲν ἐσσὶ φυγοπτόλεμος καὶ ἄναλκις,
οὐδὲ σοὶ ἐν στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ δέος καὶ φύζα· σὺ δʼ εὔχεαι εἶναι ἄριστος
70
ἐν βουλῇ· πάντων δὲ χερείονα μήδεα οἶδας.
ἀλλʼ ἄγε δὴ σὺ μὲν αὐτὸς ἀπόσχεο δηιοτῆτος,
μίμνε δʼ ἐνὶ μεγάροισι καθήμενος· αὐτὰρ οἱ ἄλλοι
ἀμφʼ ἐμὲ θωρήξονται ἀνὰ πτόλιν, εἴσοκε μῆχος
εὕρωμεν θυμῆρες ἀνηλεγέος πολέμοιο·
75
οὐ γὰρ νόσφι πόνοιο καὶ ἀργαλέου πολέμοιο
ἀνθρώποις μέγα κῦδος ἀέξεται ἠδὲ καὶ ἔργον·
φύζα δὲ νηπιάχοισι μάλʼ εὔαδεν ἠδὲ γυναιξί·
κείνῃς θυμὸν ἔοικας· ἐγὼ δέ τοι οὔτι πέποιθα
μαρναμένῳ· πάντων γὰρ ἀμαλδύνεις θρασὺ κάρτος.
80