Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι 560
 
πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης·
 
ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
 
ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος
 
κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
 
ἐξ ὕδατος· φαίης κεν ἔθʼ ἕλκεος οὐλομένοιο 565
 
πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
 
ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθʼ. οἱ δʼ ἐπέτοντο
 
Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
 
τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ·
 
οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος 570
 
νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
 
ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
 
οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι·
 
τοὔνεχʼ ἕποντʼ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
 
ὡς δʼ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος 575
 
ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
 
σῶμʼ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
 
ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
 
κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκʼ ἄγρης·
 
ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα 580
 
λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις
 
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες
 
καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι
 
πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δʼ ἀνὰ θυμὸν
 
ἀμφασίῃ βεβόληντο. νέκυν δʼ ἀκάμαντες ἀῆται 585
 
Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες
 
πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο,
 
ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος
 
καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο
 
Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ 590
 
παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο,
 
υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.
 
δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς
 
οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ
 
κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν 595
 
αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα
 
νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς
 
γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας
 
στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme