Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδʼ ὅτε λᾶας 520
 
βάλλον ἐπεσσύμενοι περιμήκεας· οὐδέ τις αὐτῶν
 
χάζετο βαλλομένων, οὐδʼ ἔτρεσαν, ἀλλʼ ἅτε πρῶνες
 
ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν·
 
ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο·
 
τοὔνεκʼ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ 525
 
πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
 
αὐτοῖς ἠδʼ ἑτάροισιν ἀταρβέσιν, οἳ μετʼ ἀνάκτων
 
νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
 
αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν
 
θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλʼ ἄρα πάντων 530
 
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
 
αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
 
οὐρανὸς ὡς νεφέεσσιν ἐς αἰγοκερῆα κιόντος
 
ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
 
τοὺς δʼ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς 535
 
τεθνεότας στείβεσκον, ἅτʼ ἄσπετα φύλλα κατʼ ἄλσος
 
χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
 
οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
 
υἱῆες μακάρων ἐρικυδέες, οὐδʼ ἀπέληγον
 
ἀλλήλοις κοτέοντες· ἔρις δʼ ἴθυνε τάλαντα 540
 
ὑσμίνης ἀλεγεινά, τὰ δʼ οὐκ ἔτι ἶσα πέλοντο·
 
ἀλλʼ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
 
Πηλείδης οὔτησε· τὸ δʼ ἀντικρὺ μέλαν ἆορ
 
ἐξέθορεν· τοῦ δʼ αἶψα λύθη πολύηρατος αἰών·
 
κάππεσε δʼ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη· 545
 
γαῖα δʼ ὑπεσμαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι·
 
τὸν δʼ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες
 
φεῦγον· ὁ δʼ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
 
Ἠὼς δʼ ἐστονάχησε καλυψαμένη νεφέεσσιν·
 
ἠχλύνθη δʼ ἄρα γαῖα. θοοὶ δʼ ἅμα πάντες ἀῆται 550
 
μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ
 
ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
 
ἦκα δʼ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
 
καί ἑ φέρον πολιοῖο διʼ ἠέρος· ἄχνυτο δέ σφι
 
θυμὸς ἀδελφειοῖο δεδουπότος· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ 555
 
ἔστενε. τοῦ δʼ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
 
ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
 
σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
 
εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme