Book 2
λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
480
καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δʼ οὐ λῆγε φόνοιο
λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
485
αἵματος ἐκχυμένοιο· μέλας δʼ ἐπετέρπετʼ Ὄλεθρος·
στείνετο δὲ κταμένων πεδίον μέγα θʼ ἱππόβοτόν τε,
ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει
Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
Ἀλλʼ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
490
μαρναμένων, ἶσον δὲ μένος τέτατʼ ἀμφοτέποισι,
δὴ τότε τούς γʼ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
οἱ δʼ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
ὑψόθι δʼ οὐρανὸς εὐρὺς ἐπέβραχεν· ἀμφὶ δὲ πόντος
495
ἴαχε· κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα
ἀμφοτέρων ὑπὸ ποσσί· περιτρομέοντο δὲ πᾶσαι
ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
ὀβρίμου ἀμφʼ Ἀχιλῆος ἰδʼ ἄσπετα δειμαίνοντο·
δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
500
ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἱ δέ οἱ ἄγχι
Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα
ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ
505
νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
510
φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες
ἀθάνατοι μέγʼ ἄϋσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη
λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν
ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
515
θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἀλλήλοισι φέροντες·
θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
μάρνασθʼ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
Τιτῆνας· σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,