Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο 400
 
ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην,
 
τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο,
 
καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος
 
δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην
 
σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων, 405
 
πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ,
 
καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν·
 
ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ·
 
τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ·
 
τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως, 410
 
καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι·
 
νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ
 
χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι.
 
σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες
 
πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν, 415
 
μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη
 
ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ
 
Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι
 
Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο.
 
τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω 420
 
εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ
 
Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι·
 
ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει,
 
τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου
 
ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ· 425
 
ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι
 
ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα
 
ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω
 
οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω.
 
ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο· 430
 
ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν
 
ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν;
 
ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε
 
Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα
 
καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας 435
 
Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ,
 
πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν,
 
οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις,
 
ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme