Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 2

 
ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα 360
 
ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν
 
ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
 
ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
 
Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
 
αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε 365
 
ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
 
καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
 
καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
 
Νηλείδης κατέπεφνεν. ὁ δʼ ἀσχαλόων ἑτάροιο
 
Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον· 370
 
ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
 
θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
 
ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
 
αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν,
 
πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι 375
 
κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
 
ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι
 
γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.
 
ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο
 
πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς 380
 
ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ,
 
τοῦ δʼ ἄρʼ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος
 
βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην,
 
εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται
 
ἢ βόες ἠέ τινʼ ἄλλα, καὶ ἐξαλέονται ἰόντος 385
 
ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ
 
Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.
 
καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο
 
Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον·
 
ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων, 390
 
ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων
 
τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται·
 
ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου
 
μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος.
 
ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος· 395
 
Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν
 
Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα,
 
αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν
 
ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme