Book 2
αὐτὰρ ἐπεὶ κορυφὰς ὀρέων ὑπέρ ἠχηέντων
λαμπρὸν ὑπὲρ φάος ἦλθεν ἀτειρέος ἠελίοιο,
οἱ μὲν ἄρʼ ἐν κλισίῃσιν Ἀχαιῶν ἄβριμοι υἷες
γήθεον ἀκαμάτῳ μέγʼ ἐπευχόμενοι Ἀχιλῆι.
Τρῶες δʼ αὖ μύροντο κατὰ πτόλιν· ἀμφὶ δὲ πύργους
5
ἐζόμενοι σκοπίαζον, ἐπεὶ φόβος ἔλλαβε πάντας,
μὴ δή που μέγα τεῖχος ὑπερθόρῃ ὄβριμος ἀνήρ
αὐτούς τε κτείνῃ κατά τε πρήσῃ πυρὶ πάντα.
τοῖσι δʼ ἄρʼ ἀχνυμένοισι γέρων μετέειπε Θυμοίτης·
ὦ φίλοι, οὐκέτʼ ἔγωγε περὶ φρεσὶν οἶδα νοῆσαι,
10
ὅππως ἔσσεται ἄλκαρ ἀνιηροῦ πολέμοιο
Ἕκτορος ἀγχεμάχοιο δεδουπότος, ὃς μέγα Τρώων
κάρτος ἔην τὸ πάροιθε· καὶ οὐδʼ ὅ γε Κῆρας ἄλυξεν,
ἀλλʼ ἐδάμη παλάμῃσιν Ἀχιλλέος, ᾧ περ ὀΐω
καὶ θεὸν ἀντιάσαντα μάχῃ ἔνι δῃωθῆναι·
15
οἵην τήνδʼ ἐδάμασσεν ἀνὰ κλόνον, ἥνπερ οἱ ἄλλοι
Ἀργεῖοι φοβέοντο, δαΐφρονα Πενθεσίλειαν·
καὶ γὰρ ἔην ἔκπαγλος· ἔγωγέ μιν ὡς ἐνόησα,
ὠισάμην μακάρων τίνʼ ἀπʼ οὐρανοῦ ἐνθάδʼ ἱκέσθαι
ἡμῖν χάρμα φέρουσαν· ὃ δʼ οὐκ ἄρʼ ἐτήτυμον ἦεν.
20
ἀλλʼ ἄγε φραζώμεσθα, τί λώιον ἄμμι γένηται,
ἢ ἔτι που στυγεροῖσι μαχώμεθα δυσμενέεσσιν,
ἢ ἤδη φεύγωμεν ἀπʼ ἄστεος ὀλλυμένοιο·
οὐ γὰρ ἔτʼ Ἀργείοισι δυνησόμεθʼ ἀντιφερίζειν
μαρναμένου κατὰ δῆρ ιν ἀμειλίκτου Ἀχιλῆος.
25
ὣς ἄρʼ ἔφη· τὸν δʼ υἱὸς ἀμείβετο Λαομέδοντος·
ὦ φίλος ἠδʼ ἄλλοι Τρῶες σθεναροί τʼ ἐπίκουροι,
μή νύ τι δειμαίνοντες ἑῆς χαζώμεθα πάτρης,
μηδʼ ἔτι δυσμενέεσσι μαχώμεθα τῆλε πόληος,
ἀλλά που ἐκ πύργων καὶ τείχεος, εἰσόκεν ἔλθῃ
30
Μέμνων ὀβριμόθυμος ἄγων ἀπερείσια φῦλα
λαῶν, οἳ ναίουσι μελάμβροτον Αἰθιόπειαν.
ἤδη γάρ ῥα καὶ αὐτὸν ὀΐομαι ἀγχόθι γαίης
ἔμμεναι ἡμετέρης· ἐπεὶ ἦ νύ οἱ οὔτι νέον γε
ἀγγελίην προέηκα μέγʼ ἀχνύμενος περί θυμῷ·
35
αὐτὰρ ὅ γʼ ἀσπασίως μοι ὑπέσχετο πάντα τελέσσαι
ἐλθὼν ἐς Τροίην· καί μιν σχεδὸν ἔλπομαι εἶναι.
ἀλλʼ ἄγε τλῆτʼ ἔτι βαιόν, ἐπεὶ πολὺ λώιόν ἐστι
θαρσαλέως ἀπολέσθαι ἀνὰ κλόνον, ἠὲ φυγόντας
ζώειν ἀλλοδαποῖσι παρʼ ἀνδράσιν αἴσχἐ ἔχοντας.
40