Book 14
ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε
240
τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον·
καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·
εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας
λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν.
245
ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·
καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
μαινομένου ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος
χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι
250
ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
ἐς πέλαγος· Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι
πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν·
255
οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.
ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·
τὴν δʼ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς
μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
ἡ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
260
ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
ὡς δʼ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης
οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
265
ἄρμενʼ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·
ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς
270
ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
275
ἦ γὰρ ὀΐετο τύμβον ἔπʼ ἀντιθέου Ἀχιλῆος
ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας
ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν