Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος. 200
 
ἀλλʼ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
 
μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
 
μήτʼ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω
 
ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκα
 
μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν 205
 
οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·
 
ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
 
ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
 
τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
 
Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ 210
 
μέμνηνθʼ, ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα,
 
ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
 
τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων
 
ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
 
 
ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης 215
 
μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα
 
κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα,
 
ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι
 
μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκʼ ἔμοιγε
 
λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου· 220
 
αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
 
κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.
 
ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
 
αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
 
οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τʼ ἄνοδός τε 225
 
ἀθανάτοις μακάρεσσιν· ὁ δʼ, ὁππότε μιν λίπεν ὕπνος,
 
μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.
 
ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
 
νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ,
 
δὴ τότʼ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν 230
 
ἱέμενοι νόστοιο, νέας δʼ ἐς βένθεα πόντου
 
εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς
 
ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
 
εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
 
κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων, 235
 
πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
 
χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
 
φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme