Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε. 120
 
τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος
 
οὐ γὰρ ἔτʼ αὐτοῖς
 
δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα
 
εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
 
ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν, 125
 
λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
 
ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
 
δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
 
ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξε
 
Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα, 130
 
ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ
 
μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
 
Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
 
ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν
 
υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας 135
 
Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶτα
 
Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
 
ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
 
ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου
 
ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο 140
 
πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
 
ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
 
ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
 
δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
 
παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο· 145
 
χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
 
τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
 
παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·
 
ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν
 
Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός· 150
 
οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,
 
ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
 
λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.
 
πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
 
μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ· 155
 
οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
 
ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
 
σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
 
καί μʼ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme