Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
 
ἀθάνατόν περ ἐόντα· μακρὴ δʼ ἀμφέστενεν Ἴδη
 
καὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι
 
Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
 
Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες 85
 
μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
 
ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν
 
θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
 
μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν
 
κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται 90
 
χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήμενος αἰθήρ·
 
ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένοων κῆρ
 
 
ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ
 
ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
 
ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον, 95
 
δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
 
ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
 
ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
 
ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων
 
ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται. 100
 
Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
 
καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
 
λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
 
ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
 
πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον 105
 
πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
 
θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη
 
λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
 
μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
 
ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ 110
 
νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
 
ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
 
κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
 
ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
 
οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες 115
 
δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
 
ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ
 
κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
 
ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme