Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
 
ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
 
κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
 
τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
 
καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ 45
 
ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο
 
αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
 
εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
 
ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
 
δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο, 50
 
τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
 
ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
 
Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
 
ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃοι.
 
τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ 55
 
ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
 
νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
 
θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
 
ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
 
κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι, 60
 
οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο
 
ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
 
ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης
 
πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
 
οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες 65
 
πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
 
ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς
 
μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
 
τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
 
ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί. 70
 
καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
 
Ξάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
 
μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
 
ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·
 
ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα 75
 
τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ
 
ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε
 
μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο
 
λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·
 
ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme