Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
 
Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
 
οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
 
ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα 640
 
εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν·
 
ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν Zimmermann, κελάδοντες
 
χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
 
τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
 
πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι 645
 
ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
 
ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
 
ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
 
Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
 
Δαρδανίης, Zimmermann, for καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη 650
 
ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
 
μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
 
χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων Zimmermann, for ἐριδούπων
 
νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
 
ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν 655
 
Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·
 
ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον,
 
ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme