Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
 
οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
 
κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα, 560
 
πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι·
 
τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
 
πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
 
ἀνδρὶ περιστήσαντο· μένος δʼ ἐνέπνευσεν ἀνάγκη·
 
φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται 565
 
χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
 
ἐκφυγέειν· ἀλλʼ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν·
 
δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
 
εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
 
Γυραίης, καί οἱ μέγʼ ἐχώσατο· σὺν δʼ ἐτίναξε 570
 
πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
 
κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δʼ ἀλεγεινὸν
 
θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
 
χωομένοιο ἄνακτος· ἀπέσχισε δʼ εἰς ἅλα πέτρον
 
εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί. 575
 
καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
 
χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δʼ αἷμʼ ὀνύχεσσι·
 
μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα
 
ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·
 
καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρʼ αὐτῷ 580
 
580
 
ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην·
 
εὖτε πάρος μεγάλοιο κατʼ Ἐγκελάδοιο δαΐφρων
 
Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον,
 
ἥ ῥʼ ἔτι καίεται αἰὲν ὑπʼ ἀκαμάτοιο Γίγαντος
 
αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν 585
 
ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη
 
ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα·
 
ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ ὄλεθρος
 
γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ.
 
ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο, 590
 
οἱ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες
 
ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς·
 
αἱ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες,
 
ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ
 
ἐκ δοράτων Zimmermann, for ἐάγησαν ἐπισπέρχοντος ἀήτεω· 595
 
τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme