Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 14

 
ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν·
 
αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν. ἀλλʼ οὔ σφισι Κάλχας 360
 
ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
 
Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς
 
δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
 
οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
 
αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς 365
 
Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
 
μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
 
αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
 
Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
 
ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ 370
 
νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
 
ἐσσυμένως ἀνάειραν· ἐπίαχε δʼ Ἑλλήσποντος
 
σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·
 
ἀμφὶ δʼ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο
 
ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης 375
 
μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
 
καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
 
ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες
 
εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
 
εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι· 380
 
εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
 
μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
 
αἱ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
 
ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον
 
κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι· 385
 
καί ῥʼ αἱ μὲν περὶ γούνατʼ ἔχον χέρας· αἱ δὲ μέτωπα
 
χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δʼ ἄρα τέκνα Verse supplied by Zimmerman, ex P.
 
ἄμφεχον ἀγκοίνῃσι· τὰ δʼ οὔπω δούλιον ἦμαρ
 
ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ
 
θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
 
πάσῃσιν δʼ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ 390
 
ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔπι δάκρυ
 
αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε
 
πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην
 
αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα·
 
ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι 395
 
πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
 
μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme