Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 13

 
ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα
 
κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς· 195
 
τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας
 
ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.
 
ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·
 
ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·
 
ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσω 200
 
ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω,
 
οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.
 
ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ
 
δεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον
 
ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα· 205
 
καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα
 
Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων
 
ἔσσυτʼ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·
 
δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ
 
υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα. 210
 
Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,
 
Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.
 
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ
 
Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,
 
ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας 215
 
υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν
 
δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν
 
ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος
 
ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν
 
μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ 220
 
δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν
 
ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος,
 
ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς
 
θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·
 
τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι· 225
 
ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,
 
κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε
 
τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι
 
ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη
 
φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης 230
 
λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με
 
σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι
 
Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme