Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 13

 
καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε 155
 
λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες
 
οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο
 
ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο
 
νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος
 
ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον 160
 
σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν
 
Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν
 
ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,
 
δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.
 
αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν 165
 
πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν
 
δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.
 
καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα
 
αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα
 
ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν, 170
 
ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.
 
καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·
 
κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,
 
νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε
 
χθιζὸς ὑπὸ Πριάμοιο πόλιν 175
 
καὶ ὑπέσχετʼ Ἀχαιοὺς 175
 
Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν
 
ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.
 
σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα
 
γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα
 
θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο. 180
 
ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,
 
καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ
 
γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·
 
καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι
 
τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων 185
 
ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ
 
ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,
 
βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ
 
λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸν
 
ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα· 190
 
γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,
 
αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε
 
λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme