Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 13

 
πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη
 
καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·
 
πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·
 
καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα
 
κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε· 475
 
πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο
 
ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.
 
ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην
 
εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς·
 
Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται 480
 
λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,
 
ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο
 
βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν
 
ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ 485
 
ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν
 
πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ.
 
ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς
 
ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο
 
ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι, 490
 
τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα
 
Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·
 
ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς
 
ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι
 
μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε. 495
 
καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι
 
Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ
 
αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,
 
ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο
 
φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες 500
 
αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς
 
αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο
 
ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες
 
χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι
 
ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα· 505
 
μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,
 
δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·
 
οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν
 
αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς
 
γείνατό μʼ ἐν Τροιζῆνι· γάμῳ δʼ ἑδνώσατο δῖος 510

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme