Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω, 320
 
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
 
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
 
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
 
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
 
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ, 325
 
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
 
ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
 
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
 
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
 
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ 330
 
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
 
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
 
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
 
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
 
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου. 335
 
οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
 
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
 
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
 
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
 
τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου 340
 
Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
 
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
 
ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
 
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
 
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο· 345
 
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
 
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
 
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
 
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
 
οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που 350
 
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
 
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
 
Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
 
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
 
δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον. 355
 
γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
 
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
 
ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme