Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε 240
 
πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
 
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.
 
ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
 
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
 
ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸν 245
 
εὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν·
 
ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
 
ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
 
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
 
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ, 250
 
ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι
 
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.
 
ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο·
 
καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
 
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων 255
 
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
 
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
 
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.
 
ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·
 
Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε· 260
 
νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
 
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
 
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
 
ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
 
βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει· 265
 
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
 
οἶον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
 
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε
 
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
 
εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε· 270
 
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς,
 
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
 
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.
 
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
 
ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν 275
 
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
 
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
 
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
 
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme