Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
 
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
 
ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
 
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
 
τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι· 205
 
ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
 
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
 
μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
 
ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
 
εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν 210
 
φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
 
γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
 
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.
 
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
 
ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο 215
 
ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο·
 
καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,
 
οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς
 
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
 
ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι, 220
 
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
 
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
 
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος,
 
ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
 
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον 225
 
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
 
ἄστυ μέγʼ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
 
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
 
ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
 
 
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ 230
 
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
 
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
 
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
 
ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
 
οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες 235
 
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
 
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
 
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
 
μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme