Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
 
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
 
ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις
 
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ
 
ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα 165
 
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
 
οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.
 
τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
 
καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
 
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν 170
 
Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
 
τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο,
 
ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
 
σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη
 
χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος 175
 
εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα
 
ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν.
 
σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
 
μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
 
Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ 180
 
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
 
ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
 
νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
 
ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν
 
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας 185
 
χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
 
βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
 
ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα
 
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
 
οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο 190
 
χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
 
εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
 
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
 
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
 
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος. 195
 
ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
 
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
 
βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
 
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
 
ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα· 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme