Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
 
καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
 
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
 
ἀνέρας· οἱ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην,
 
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι 125
 
θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναι
 
δεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα
 
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
 
πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
 
καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ 130
 
ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
 
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
 
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
 
ἄσπετον Supplied by Zimmermann. ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
 
οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ 135
 
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους
 
λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν,
 
ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
 
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
 
νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν 140
 
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
 
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
 
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
 
οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
 
οἷς ἐπικίνυται ἵππος· ἀέξετο δʼ ἱερὸν ἔργον 145
 
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
 
δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
 
Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
 
Αργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
 
καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τʼ ἐῴκει. 150
 
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
 
εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
 
κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.
 
ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
 
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν 155
 
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
 
ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
 
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
 
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
 
δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme