Book 12
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.
ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο
νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
85
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
90
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξεν
95
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη· τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα
ἐς φόβον· ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·
100
ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι, τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
ἦμος δʼ αἰγλήεντα περιστρέφετʼ οὐρανὸν ἄστρα
πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ,
105
δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντʼ εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
110
αὐτὴ συγκαμέειν, αὐτὴ δʼ ἄφαρ ἀγχόθι βῆναι
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
ἄλλο παρὲξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ
115
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
εὶς ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
120