Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
 
ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
 
τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
 
τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
 
ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν. 45
 
ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων
 
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς
 
μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
 
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
 
τοὔνεκʼ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα· 50
 
μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
 
ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι·
 
οὐδέ οἱ ἔσσετʼ ἄπρηκτον ἐϋφρονέοντι νόημα·
 
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
 
σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα· 55
 
Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρης
 
βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς
 
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
 
ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
 
μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη 60
 
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
 
κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
 
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·
 
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
 
ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ. 65
 
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
 
ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες
 
μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
 
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·
 
τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος 70
 
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
 
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.
 
ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
 
ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
 
ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ, 75
 
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
 
ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
 
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
 
οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλʼ ἄγε θᾶσσον
 
Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme