Book 12
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδʼ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
560
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.
ὣς ἄρʼ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκʼ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει· τοὶ δʼ οὐ νοέοντες ὄλεθρον
565
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
570
ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
575
Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
Ἡ δʼ ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα,
580
ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντʼ ἐσσυμένως, ἡ δʼ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.
585