Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 12

 
ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν· 360
 
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
 
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
 
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ
 
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
 
πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δʼ ἔμπεδον ἠΰτε πέτρη 365
 
μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δʼ ἄρʼ αὐτοῦ
 
οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
 
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
 
ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
 
ἔνδον ἐρητύεσκεν. ὁ δʼ ἐνθέμενος φρεσὶ κάρτος 370
 
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ
 
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
 
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
 
τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
 
Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται 375
 
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·
 
Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ
 
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται
 
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου
 
ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον, 380
 
ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
 
δαίμοσιν εἰναλίοις. ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς
 
σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας
 
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
 
οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο 385
 
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.
 
ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
 
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
 
τῷ δʼ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δʼ ἄρʼ ἔφαντο
 
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ 390
 
ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
 
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν,
 
πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
 
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
 
καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον, 395
 
εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
 
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
 
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
 
τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δʼ ἀμφέκλασε γυῖα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme