Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 11

 
τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον 280
 
νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο
 
προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
 
ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
 
δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
 
Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα 285
 
ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν
 
ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
 
καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
 
ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
 
αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης 290
 
ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χευατο πουλύν·
 
οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
 
μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
 
τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
 
ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν, 295
 
μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
 
φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
 
Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
 
ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·
 
ἐν γάρ σφιν θήρεσσιν ἐοικότες ὠμοβόροισιν 300
 
ἔνθορον Ἀργεῖοι μέγα μαιμώωντες Ἄρηι.
 
τῶν δʼ ἄρα δαμναμένων ποταμοὶ πλήθοντο νέκυσσι
 
καὶ πεδίον· πολλοὶ γὰρ ἄδην πέσον ἐν κονίῃσιν
 
ἀνέρες ἠδʼ ἵπποι· μάλα δʼ ἅρματα πολλὰ κέχυντο
 
βαλλομένων· πάντῃ δʼ ἀπερείσιον ἔρρεεν αἷμα 305
 
ὑετὸς ὥς· ὀλοὴ γὰρ ἐπήιεν Αἶσα κυδοιμόν.
 
καί ῥʼ οἱ μὲν ξιφέεσσι πεπαρμένοι ἢ μελίῃσι
 
κεῖντο παρʼ ἀλλήλοισιν ἀλίγκιον ἐκχυμένοισι
 
δούρασιν, εὖτʼ ἐπὶ θινὶ βαρυγδούποιο θαλάσσης
 
ἀνέρες ἄσπετα δεσμὰ πολυκμήτων ἀπὸ γόμφων 310
 
λυσάμενοι σκεδάσωσι διὰ ξύλα μακρὰ καὶ ὕλην
 
ἠλιβάτου σχεδίης, πάντῃ δʼ ἀναπλήθεται εὐρὺς
 
αἰγιαλός, τοῖσιν δὲ μέλαν ποτικλύζεται οἶδμα·
 
ὢς οἵ γʼ ἐν κονίῃσι καὶ αἵματι δῃωθέντες
 
κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο. 315
 
παῦροι δὲ προφυγόντες ἀνηλέα δηιοτῆτα
 
δῦσαν ἀνὰ πτολίεθρον ἀλευάμενοι βαρὺ πῆμα·
 
τῶν δʼ ἄλοχοι καὶ παῖδες ἀπὸ χροὸς αἱματόεντος
 
τεύχεα πάντα δέχοντο κακῷ πεφορυγμένα λύθρῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme