Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 11

 
αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
 
ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
 
ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
 
λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
 
φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο. 165
 
υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
 
δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
 
Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
 
ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
 
ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον 170
 
ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
 
ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
 
ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
 
εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
 
πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες 175
 
ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
 
μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
 
ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
 
φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
 
ἔπγʼ ἀνδρῶν Zimmermann, for μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν 180
 
ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
 
ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
 
Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
 
ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
 
ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι, 185
 
φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
 
γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
 
ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
 
παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
 
ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου 190
 
ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
 
ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
 
ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
 
κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
 
στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ, 195
 
οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
 
οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
 
Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
 
φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
 
σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme