Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 11

 
καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης. 480
 
οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα
 
μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης
 
τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης
 
ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ·
 
ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών. 485
 
Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην,
 
καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον
 
Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα
 
ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ.
 
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ· 490
 
Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος
 
ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες
 
δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί,
 
ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης
 
Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν. 495
 
ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο
 
καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει
 
δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ
 
νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο·
 
οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν 500
 
ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.
← Previous 13 / 13

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme