Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 11

 
Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο 440
 
μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
 
σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
 
ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
 
ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
 
οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν 445
 
ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
 
καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
 
Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
 
κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
 
ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ 450
 
κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
 
λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
 
ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
 
ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
 
ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε 455
 
εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
 
καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
 
ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
 
ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο
 
Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ 460
 
οὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ
 
κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς
 
κλίμακά οἱ συνέαξεν· ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς
 
ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος
 
ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς 465
 
αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι·
 
ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ
 
νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ
 
καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν
 
λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ· 470
 
δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ
 
ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα
 
ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.
 
καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο,
 
ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα 475
 
θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν
 
ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν
 
ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιο
 
ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme