Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 11

 
ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων 360
 
θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ·
 
φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
 
πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
 
ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
 
τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις 365
 
καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκηι
 
εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
 
βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
 
γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
 
καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες 370
 
πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθεν
 
μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις Zimmermann, for
 
πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
 
ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
 
δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν 375
 
νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο,
 
ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
 
αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
 
πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ
 
νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται 380
 
ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
 
αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,
 
οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
 
ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
 
λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ 385
 
Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
 
δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
 
ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
 
ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
 
ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι 390
 
θαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
 
ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
 
οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
 
ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
 
ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ 395
 
ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
 
φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
 
αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
 
ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme