Book 10
χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ·
εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.
ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
45
αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε
δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
50
λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
τοὺς δʼ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
55
ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
ἡ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·
60
πάλλε δὲ λοίγιον ἔγχος ἐς ἠέρα· τῆς δʼ ὑπὸ ποσσὶ
κίνυτο γαῖα μέλαινα· πυρὸς δʼ ἄμπνειεν ἀϋτμὴν
σμερδαλέον· μέγα δʼ αἰὲν ἀΰτεεν ὀτρύνουσα
αἰζηούς· οἱ δʼ αἶψα συνήιον ἀρτύνοντες
ὑσμίνην· δεινὴ γὰρ ἄγεν θεὸς ἐς μέγα ἔργον.
65
τῶν δʼ ὡς ἢ ἀνέμων ἰαχὴ πέλε λάβρον ἀέντων
εἴαρος ἀρχομένου, ὅτε δένδρεα μακρὰ καὶ ὕλη
φύλλα φύει, ἢ ὡς ὅτʼ ἀνʼ ἀζαλέην ξύλοχον πῦρ
αἰθόμενον βρομέει, ἢ ὡς μέγα πόντος ἀπείρων
μαίνεται ἐξ ἀνέμοιο δυσηχέος, ἀμφὶ δὲ ῥοῖβδος
70
γίνετʼ ἀπειρέσιος, τρόμεει δʼ ὕπο γούνατα ναυτέων·
ὣς τῶν ἐσσυμένων μέγʼ ὑπέβραχε γαῖα πελώρη·
ἐν δέ σφιν πέσε δῆρις· ἐπʼ ἄλλῳ δʼ ἄλλος ὄρουσε.
πρῶτος δʼ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα
υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ
75
γῇ ἔνι Βοιωτῶν, ὁ δʼ ἅμα Προθοήνορι δίῳ
ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι·
τόν ῥα τότʼ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας
νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο.
τῷ δʼ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν
80