Book 10
τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο
475
καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν.
ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δʼ ἐνὶ μέσσῃ
πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης·
ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν
Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες
480
Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν
ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ.
ἀλλʼ ὁπότʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ
Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφπῃ,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτῶν
485
χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα
ἐσσυμένως τεύξαντο· θέσαν δʼ ἄρα δοιὼ ὕπερθε
στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη.
ζῆλον ἐπʼ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι. Verse supplied by Zimmermann, ex P.