Book 10
ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους,
435
μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο
νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
440
ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
ἐσσυμένως, ἡ δʼ οὔτι λιλαιομένη φιλότητος
ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,
εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
445
ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο
ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
450
ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη
μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
455
πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.
τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ
460
μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι
ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες
ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι,
κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι,
ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ,
465
ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα
αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε·
καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι
θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν·
καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν·
470
ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν
κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν
οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος,
νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν