Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 10

 
ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ·
 
νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ
 
αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι,
 
πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα
 
ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον, 400
 
αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω,
 
Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι
 
αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει,
 
ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·
 
ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, 405
 
ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς
 
μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ
 
ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων,
 
αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν,
 
αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων. 410
 
οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο
 
Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα
 
κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις
 
κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ Zimmermann, for ἀκοίτεω.
 
οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος 415
 
αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει
 
χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δʼ ἄρʼ ὑπʼ Εὔρῳ
 
ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
 
ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
 
δεύονθʼ, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
 
πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ· 420
 
ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
 
τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
 
αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
 
ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
 
ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν 425
 
γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
 
αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο·
 
ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
 
ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·
 
ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον 430
 
ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.
 
ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
 
δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
 
μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme