Book 10
Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
τοὺς δʼ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
5
ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης·
10
ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος
εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
15
ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
ῥῆξαι τείχεα μακρά, καὶ εἰ μάλα πολλὰ κάμωσιν·
οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·
20
πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ
ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται
τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.
25
ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί,
ἀλλʼ ἄρʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
30
νῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
οἶνον Μαιονίηθεν· ἀνιηρῷ δʼ ὑπὸ λιμῷ
35
φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
μηδʼ ἄρʼ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς
40