Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν 280
 
Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ,
 
 
οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα
 
Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον
 
Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν
 
Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου 285
 
εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι.
 
καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι·
 
ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ·
 
ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια,
 
ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη. 290
 
Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης,
 
τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι
 
μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι,
 
ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ
 
πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης, 295
 
καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου
 
καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν
 
ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατʼ ὀμίχλη·
 
ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν,
 
οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ 300
 
πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει·
 
καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν
 
τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι,
 
φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.
 
ἀλλʼ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα 305
 
μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα.
 
ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο
 
ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς
 
λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι
 
εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες 310
 
λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι.
 
πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ
 
Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει·
 
οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης,
 
ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα 315
 
ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης
 
αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει·
 
ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme