Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας 240
 
κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
 
ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
 
εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
 
τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
 
ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς 245
 
κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
 
Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
 
δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
 
ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
 
δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν 250
 
ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
 
ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα
 
λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
 
Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
 
εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα 255
 
τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
 
φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
 
Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
 
ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.
 
Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης 260
 
ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους
 
ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
 
κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
 
κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
 
ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι 265
 
Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
 
τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
 
ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
 
Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.
 
τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος, 270
 
καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
 
οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
 
ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
 
κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
 
ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι. 275
 
τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ Zimmermann, from P for
 
ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων
 
ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
 
κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme