Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
θυμοβόρου πολέμοιο πελώριον ἔμμεναι ἄλκαρ. 160
 
τῷ ἐπικαγχαλόωσα τάχʼ ἤλυθεν ἔκτοθι πύργων
 
Τρῶας ἐποτρύνουσα μάχην ἐς κυδιάνειραν
 
ἐλθέμεναι· τοὶ δʼ ὦκα συναγρόμενοι πεπίθοντο
 
ἄνδρες ἀριστῆες, καίπερ πάρος οὐκ ἐθέλοντες
 
στήμεναι ἄντʼ Ἀχιλῆος· ὁ γὰρ περιδάμνατο πάντας. 165
 
ἡ δʼ ἄρα κυδιάασκεν ἀάσχετον· ἕζετο δʼ ἵππῳ
 
καλῷ, ὠκυτάτῳ, τόν οἱ ἄλοχος Βορέαο
 
ὤπασεν Ὠρείθυια πάρος Θρῄκηνδε κιοήσῃ
 
ξείνιον, ὅς τε θοῇσι μετέπρεπεν Ἁρπυίῃσι.
 
τῷ ῥα τόθʼ ἑζομένη λίπεν ἄστεος αἰπὰ μέλαθρα 170
 
ἐσθλὴ Πενθεσίλεια· λυγραὶ δέ μιν ὀτρύνεσκον
 
κῆρες ὁμῶς πρώτην τε καὶ ὑστατίην ἐπὶ δῆριν
 
ἐλθέμεν· ἀμφὶ δὲ Τρῶες ἀνοστήτοισι πόδεσσι
 
πολλοὶ ἕποντʼ ἐπὶ δῆριν ἀναιδέα τλήμονι κούρῃ
 
ἰλαδόν, ἠΰτε μῆλα μετὰ κτίλου, ὅς θʼ ἅμα πάντων 175
 
νισσομένων προθέῃσι δαημοσύνῃσι νομῆος·
 
ὣς ἄρα τῇ γʼ ἐφέποντο βίῃ μέγα μαιμώωντες
 
Τρῶες ἐϋσθενέες καὶ Ἀμαζόνες ὀβριμόθυμοι.
 
ἡ δʼ οἵη Τριτωνίς, ὅτʼ ἤλυθεν ἄντα Γιγάντων,
 
ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα, 180
 
τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
 
καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
 
χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
 
εὔχετʼ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
 
Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις· 185
 
κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
 
δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
 
καὶ δʼ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
 
ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
 
αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν 190
 
ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
 
αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
 
παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
 
Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
 
αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ 195
 
Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
 
ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
 
ἦ ῥα μέγʼ εὐχόμενος· τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
 
ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme