Book 1
οὐ μὲν ὅσον τὸ πάροιθεν, ὅμως δʼ ἄρα βαιὸν ἰάνθη
80
πολλῆς ἐκ κακότητος, ἔχει δʼ ἔτι πήματος ἄλγος
αἰνὸν ὑπὸ βλεφάροισι λελειμμένον· ὣς ἄρα δεινὴν
υἱὸς Λαομέδοντος ἐσέδρακε Πενθεσίλειαν·
παῦρον μὲν γήθησε, τὸ δὲ πλέον εἰσέτι παίδων
ἄχνυτʼ ἀποκταμένων. ἄγε δʼ εἰς ἑὰ δώματʼ ἄνασσαν,
85
καί μιν προφρονέως τίεν ἔμπεδον εὖτε θύγατρα
τηλόθι νοστήσασαν ἐεικοστῷ λυκάβαντι,
καί οἱ δόρπον ἔτευξε πανείδατον, οἷον ἔδουσι
κυδάλιμοι βασιλῆες, ὅτʼ ἔθνεα δῃώσαντες
δαίνυντʼ ἐν θαλίῃσιν ἀγαλλόμενοι περὶ νίκης·
90
δῶρα δέ οἱ πόρε καλὰ καὶ ὄλβια, πολλὰ δʼ ὑπέστη
δωσέμεν, ἢν Τρώεσσι δαϊζομένοις ἐπαμύνῃ.
ἡ δʼ ἄρʼ ὑπέσχετο ἔργον, ὃ οὔποτε θνητὸς ἐώλπει,
δῃώσειν Ἀχιλῆα καὶ εὐρέα λαὸν ὀλέσσειν
Ἀργείων, πυρσὸν δὲ νεῶν καθύπερθε βαλέσθαι·
95
νηπίη· οὐδέ τι ᾔδη ἐϋμμελίην Ἀχιλῆα,
ὅσσον ὑπέρτατος ἦεν ἐνὶ φθισήνορι χάρμῃ.
τῆς δʼ ὡς οὖν ἐπάκουσεν ἐῢς πάϊς Ἠετίωνος
Ἀνδρομάχη, μάλα τοῖα φίλῳ προσελέξατο θυμῷ·
ἆ δειλή, τί νυ τόσσα μέγα φρονέουσʼ ἀγορεύεις;
100
οὐ γάρ τοι σθένος ἐστὶν ἀταρβέϊ Πηλείωνι
μάρνασθʼ, ἀλλὰ σοὶ ὦκα φόνον καὶ λοιγὸν ἐφήσει.
λευγαλέη, τί μέμηνας ἀνὰ φρένας; ἦ νύ τοι ἄγχι
ἕστηκευν Θανάτοιο τέλος καὶ δαίμονος Αἶσα.
Ἕκτωρ γὰρ σέο πολλὸν ὑπέρτερος ἔπλετο δουρί·
105
ἀλλʼ ἐδάμη κρατερός περ ἐών, μέγα δʼ ἤκαχε Τρῶας,
οἵ ἑ θεὸν ὣς πάντες ἀνὰ πτόλιν εἰσορόωντο·
καί μοι ἔην μέγα κῦδος ἰδʼ ἀντιθέοις τοκέεσσι
ζωὸς ἐών· ὡς εἴ με χυτὴ κατὰ γαῖα κεκεύθει,
πρίν ἑ διʼ ἀνθερεῶνος ὑπʼ ἔγχεϊ θυμὸν ὀλέσσαι.
110
νῦν δʼ ἄρʼ ἀάσπετον ἄλγος ὀϊζυρῶς ἐσάθρησα,
κεῖνον ὅτʼ ἀμφὶ πόληα ποδώκεες εἴρυον ἵπποι
ἀργαλέως Ἀχιλῆος, ὅ μʼ ἀνέρος εὖνιν ἔθηκε
κουριδίου, τό μοι αἰνπὸν ἄχος πέλει ἤματα πάντα.
ὣς φάθʼ ἑὸν κατὰ θυμὸν ἐΰσφυρος Ἠετιώνη
115
μνησαμένη πόσιος· μάλα γὰρ μέγα πένθος ἀέξει
ἀνδρὸς ἀποφθιμένοιο σαόφροσι θηλυτέρῃσιν.
ἠέλιος δὲ θοῇσιν ἑλισσόμενος περὶ δίνῃς
δύσατʼ ἐς ὠκεανοῖο βαθὺν ῥόον, ἤνυτο δʼ ἠώς.