Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
ἡδὺ καὶ ἐς κοίλην χηλὸν θέσαν· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς
 
πίονα δημὸν ὕπερθε βάλον βοός, ἥ τʼ ἀγέλῃσιν
 
Ἰδαίοις ἐν ὄρεσσι μετέπρεπε φερβομένῃσι.
 
Τρῶες δʼ ὥστε θύγατρα φίλην περικωκύσαντες 800
 
ἀχνύμενοι τάρχυσαν ἐΰδμητον περὶ τεῖχος
 
πύργῳ ἔπι προὔχοντι παρʼ ὀστέα Λαομέδοντος
 
ἦρα φέροντες Ἄρηι καὶ αὐτῇ Πενθεσιλείῃ.
 
καί οἱ παρκατέθαψαν Ἀμαζόνας, ὅσσαι ἅμʼ αὐτῇ
 
ἐσπόμεναι ποτὶ δῆριν ὑπʼ Ἀργείοισι δάμησαν· 805
 
οὐ γάρ σφιν τύμβοιο πολυκλαύτοιο μέγηραν
 
Ἀτρεῖδαι, Τρώεσσι δʼ ἐϋπτολέμοισιν ὄπασσαν
 
ἐκ βελέων ἐρύσασθαι ὁμῶς κταμένοισι καὶ ἄλλοις·
 
οὐ γὰρ ἐπὶ φθιμένοισι πέλει κότος, ἀλλʼ ἐλεεινοὶ
 
δήιοι οὐκέτʼ ἐόντες, ἐπὴν ἀπὸ θυμὸς ὄληται. 810
 
Ἀργεῖοι δʼ ἀπάνευθε δόσαν πυρὶ πολλὰ κάρηνα
 
ἡρώων, οἳ δή δή ὁμοῦ κτάθεν ἠδʼ ἐδάμησαν
 
Τρώων ἐν παλάμῃσιν ἀνὰ στόμα δηιοτῆτος,
 
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ. ἔξοχα δʼ ἄλλων
 
ἀμφʼ ἀγαθοῦ μύροντο Ποδάρκεος· οὐ γάρ ἐπʼ ἐσθλοῦ 815
 
δεύετʼ ἀδελφειοῖο μάχῃ ἔνι Πρωτεσιλάου·
 
ἀλλʼ ὁ μὲν ἤδη πρόσθεν ὑφʼ Ἕκτορι κεῖτο δαϊχθεὶς
 
ἠΰς Πρωτεσίλαος· ὀ δʼ ἔγχεϊ Πενθεσιλείης
 
βλήμενος Ἀργείοισι λυγρὸν περικάββαλε πένθος·
 
τοὔνεκά οἱ πληθὺν μὲν ἀπόπροθι ταρχύσαντο 820
 
τεθναότων· κείνῳ δέ πέριξ ἐβάλοντο καμόντες
 
οἴῳ σῆμʼ ἀρίδηλον, ἐπεὶ θρασὺς ἔπλετο θυμῷ.
 
νόσφι δὲ Θερσίταο λυγρὸν δέμας οὐτιδανοῖο
 
θάψαντες ποτὶ νῆας ἐϋπρώρους ἀφίκοντο
 
Αἰακίδην Ἀχιλῆα μέγα φρεσὶ κυδαίνοντες. 825
 
ἦμος δʼ αἰγλήεσσα κατʼ ὠκεανοῖο βεβήκει
 
ἠώς, ἀμφὶ δὲ γαῖαν ἐκίδνατο θεσπεσίη νύξ,
 
δὴ τότʼ ἄρʼ ἐν κλισίῃς Ἀγαμέμνονος ἀφνειοῖο
 
δαίνυτο Πηλείδαο βίη· σὺν δʼ ἄλλοι ἄριστοι
 
τέρποντʼ ἐν θαλίῃς μέχρις ἠὼ δῖαν ἱκέσθαι. 830
← Previous 21 / 21

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme