Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
 
ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
 
Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
 
ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις
 
Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια, 45
 
τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα·
 
τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·
 
οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
 
Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
 
Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς 50
 
ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
 
τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
 
ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
 
πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο
 
Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα 55
 
εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
 
ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
 
 
μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες
 
ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,
 
αἰδὼς δʼ ἀμφερύθηνε παρήια, τῶν δʼ ἐφύπερθε 60
 
θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
 
λαοὶ δʼ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
 
ὡς δʼ ὁπότʼ ἀθρήσαντες ἀπʼ οὔρεος ἀγροιῶται
 
Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
 
ὄμβρου ὅτʼ ἰσχανόωσι θεουδέος, ὁππότʼ ἀλωαὶ 65
 
ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
 
ὀψὲ δʼ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δʼ ἐσιδόντες
 
ἐσθλὸν σῆμʼ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
 
χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
 
ὣς ἄρα Τρώιοι υἷες, ὅτʼ ἔδρακον ἔνδοθι πάτρης 70
 
δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
 
γήθεον· ἐλπωρὴ γὰρ ὅτʼ ἐς φρένας ἀνδρὸς ἵκηται
 
ἀμφʼ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
 
τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
 
καὶ μέγʼ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη· 75
 
ὡς δʼ ὅτʼ ἀνὴρ ἀλαοῖσιν ἐπʼ ὄμμασι πολλὰ μογήσας
 
ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
 
ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
 
ὄμματʼ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme