Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 1

 
σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
 
ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς
 
ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
 
μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος· 680
 
τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
 
ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
 
παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντι
 
αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
 
κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ 685
 
Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν
 
ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
 
καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
 
καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
 
εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε 690
 
σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
 
οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθγης
 
δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε
 
πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
 
ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν. 695
 
ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν
 
λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
 
ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
 
λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
 
ἔσσυτʼ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται 700
 
χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
 
ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
 
ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
 
πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
 
πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή. 705
 
πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
 
ἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
 
σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
 
ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
 
μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ 710
 
μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
 
υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
 
τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
 
κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
 
εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα. 715
 
καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme