Book 1
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς
ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα·
ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο
640
κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.
Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός·
κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν,
δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο
645
ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
650
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.
ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς
ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης·
655
ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες.
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ·
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης
ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα
660
καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι
γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας·
665
αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ.
πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες
τοίης ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.
670
καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.
Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς
675
θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο